Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.269 Joseph. AJ 19.275 (English) >>Joseph. AJ 19.280

19.273Σαβῖνος δὲ Κλαυδίου μὴ μόνον τῆς αἰτίας παραλύοντος αὐτὸν ἀλλὰ καὶ τὴν ἀρχὴν ἣν εἶχεν ἐφιέντος, ἄδικον ἡγεῖτο τὴν ἐκλειπίαν τῆς πρὸς τοὺς συνωμότας πίστεως, σφάζει ἑαυτὸν περιπεσὼν τῷ ξίφει μέχρι δὴ καὶ τὴν κώπην τῷ τραύματι συνελθεῖν. 19.274

Κλαύδιος δὲ τοῦ στρατιωτικοῦ πᾶν τι ἦν ὕποπτον ἐκ τοῦ ὀξέος ἀποσκευασάμενος διάγραμμα προυτίθει τήν τε ἀρχὴν Ἀγρίππα βεβαιῶν, ἣν Γάιος παρέσχε, καὶ διʼ ἐγκωμίων ἄγων τὸν βασιλέα. προσθήκην τε αὐτῷ ποιεῖται πᾶσαν τὴν ὑπὸ Ἡρώδου βασιλευθεῖσαν, ὃς ἦν πάππος αὐτοῦ, Ἰουδαίαν καὶ Σαμάρειαν. 19.275καὶ ταῦτα μὲν ὡς ὀφειλόμενα τῇ οἰκειότητι τοῦ γένους ἀπεδίδου· Ἄβιλαν δὲ τὴν Λυσανίου καὶ ὁπόσα ἐν τῷ Λιβάνῳ ὄρει ἐκ τῶν αὐτοῦ προσετίθει, ὅρκιά τε αὐτῷ τέμνεται πρὸς τὸν Ἀγρίππαν ἐπὶ τῆς ἀγορᾶς μέσης ἐν τῇ Ῥωμαίων πόλει. 19.276Ἀντίοχον δὲ ἣν εἶχεν βασιλείαν ἀφελόμενος Κιλικίας μέρει τινὶ καὶ Κομμαγηνῇ δωρεῖται. λύει δὲ καὶ Ἀλέξανδρον τὸν ἀλαβάρχην φίλον ἀρχαῖον αὐτῷ γεγονότα καὶ Ἀντωνίαν αὐτοῦ ἐπιτροπεύσαντα τὴν μητέρα ὀργῇ τῇ Γαΐου δεδεμένον, καὶ αὐτοῦ υἱὸς Βερενίκην τὴν Ἀγρίππου γαμεῖ θυγατέρα. 19.277καὶ ταύτην μέν, τελευτᾷ γὰρ Μᾶρκος τοῦ Ἀλεξάνδρου υἱὸς παρθένον λαβών, ἀδελφῷ τῷ αὐτοῦ Ἀγρίππας Ἡρώδῃ δίδωσιν Χαλκίδος αὐτῷ τὴν βασιλείαν εἶναι αἰτησάμενος παρὰ Κλαυδίου.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.269 Joseph. AJ 19.275 (English) >>Joseph. AJ 19.280

Powered by PhiloLogic